Sermon-2 (太13:10-23)
Mat 13:10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ · Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς ; Mat 13:11 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς · Ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν , ἐκείνοις δὲ οὐ δέδοται . Mat 13:12 ὅστις γὰρ ἔχει , δοθήσεται αὐτῷ καὶ περισσευθήσεται · ὅστις δὲ οὐκ ἔχει , καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ . Mat 13:13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ , Ὅτι βλέποντες οὐ βλέπουσιν Καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν , Mat 13:14 Καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα ·
Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε ,
Καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε .
Mat 13:15 Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου ,
Καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν
Καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν ,
Μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς
Καὶ τοῖς ὠσὶν ἀκούσωσιν
Καὶ τῇ καρδίᾳ συνῶσιν
Καὶ ἐπιστρέψωσιν Καὶ ἰάσομαι αὐτούς .
Mat 13:16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν . Mat 13:17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν , καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν .
Mat 13:18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος . Mat 13:19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ , οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς . Mat 13:20 Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς , οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν , Mat 13:21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν , γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται . Mat 13:22 Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς , οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων , καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται . Mat 13:23 Ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς , οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς , ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν , ὃ δὲ ἑξήκοντα , ὃ δὲ τριάκοντα .