ΙΩΑΝΝΟΥ Α
約翰一書 Interlinear (英文)
Interlinear 經文 (包括大小寫、標點符號、分行標記 ¬
、段落標記 ¶
) 出自 OGNTa Project (@GitHub; @DCS);經文分段和標題則是根據 UBS5
The Word of Life
1Jo 1:1-4
1Jo 1:1 Ὃ ἦν ἀπ᾽ ἀρχῆς , ὃ ἀκηκόαμεν , ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν , ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς — 1Jo 1:2 καὶ ἡ ζωὴ ἐφανερώθη , καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν — 1Jo 1:3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν , ἀπαγγέλλομεν καὶ ὑμῖν , ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν . καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ . 1Jo 1:4 καὶ ταῦτα γράφομεν ἡμεῖς , ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη . ¶
God is Light
1Jo 1:5-10
1Jo 1:5 Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν , ὅτι ὁ Θεὸς φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία . 1Jo 1:6 Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν , ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν · 1Jo 1:7 ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν , ὡς αὐτός ἐστιν ἐν τῷ φωτί , κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων , καὶ τὸ αἷμα Ἰησοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας . 1Jo 1:8 Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν , ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν . 1Jo 1:9 ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν , πιστός ἐστιν καὶ δίκαιος , ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας . 1Jo 1:10 ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν , ψεύστην ποιοῦμεν αὐτὸν , καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν . ¶
Christ Our Advocate
1Jo 2:1-6
1Jo 2:1 Τεκνία μου , ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε . καὶ ἐάν τις ἁμάρτῃ , Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον · 1Jo 2:2 καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν , οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου . ¶1Jo 2:3 Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν , ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν . 1Jo 2:4 ὁ λέγων ὅτι Ἔγνωκα αὐτόν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν , καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν · 1Jo 2:5 ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον , ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται · Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν . 1Jo 2:6 ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει , καθὼς ἐκεῖνος περιεπάτησεν , καὶ αὐτὸς οὕτως περιπατεῖν . ¶
The New Commandment
1Jo 2:7-11
1Jo 2:7 Ἀγαπητοί , οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν ἀλλ᾽ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ᾽ ἀρχῆς · ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε . 1Jo 2:8 πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν , ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει . 1Jo 2:9 Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι . 1Jo 2:10 ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει , καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν · 1Jo 2:11 ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ οἶδεν ποῦ ὑπάγει , ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ . ¶
1Jo 2:12-14
1Jo 2:12 Γράφω ὑμῖν , τεκνία , ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ .
1Jo 2:13 ¬ Γράφω ὑμῖν , πατέρες , ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς .
¬ Γράφω ὑμῖν , νεανίσκοι , ὅτι νενικήκατε τὸν πονηρόν .
1Jo 2:14 ¬ Ἔγραψα ὑμῖν , παιδία , ὅτι ἐγνώκατε τὸν Πατέρα .
¬ Ἔγραψα ὑμῖν , πατέρες , ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς .
¬ Ἔγραψα ὑμῖν , νεανίσκοι , ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν . ¶
1Jo 2:15-17
1Jo 2:15 Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ . ἐάν τις ἀγαπᾷ τὸν κόσμον , οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ · 1Jo 2:16 ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ , ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου , οὐκ ἔστιν ἐκ τοῦ πατρός ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν . 1Jo 2:17 καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ , ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα . ¶
The Antichrist
1Jo 2:18-25
1Jo 2:18 Παιδία , ἐσχάτη ὥρα ἐστίν , καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται , καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν , ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν . 1Jo 2:19 ἐξ ἡμῶν ἐξῆλθαν ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν , εἰ γὰρ ἐξ ἡμῶν ἦσαν , μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν — ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν . 1Jo 2:20 Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου καὶ οἴδατε πάντες . 1Jo 2:21 οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν ἀλλ᾽ ὅτι οἴδατε αὐτήν καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν . ¶1Jo 2:22 Τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός ; οὗτός ἐστιν ὁ ἀντίχριστος , ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν . 1Jo 2:23 πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει , ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει . 1Jo 2:24 Ὑμεῖς ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς , ἐν ὑμῖν μενέτω . ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε , καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε . 1Jo 2:25 καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν , τὴν ζωὴν τὴν αἰώνιον . ¶
1Jo 2:26-27
1Jo 2:26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς . 1Jo 2:27 καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ μένει ἐν ὑμῖν , καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς , ἀλλ᾽ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων , καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος , καὶ καθὼς ἐδίδαξεν ὑμᾶς , μένετε ἐν αὐτῷ . ¶
Children of God
1Jo 2:28-3:3
1Jo 2:28 Καὶ νῦν , τεκνία , μένετε ἐν αὐτῷ , ἵνα ἐὰν φανερωθῇ , σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ . 1Jo 2:29 Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν , γινώσκετε ὅτι καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται . ¶1Jo 3:1 Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατὴρ , ἵνα τέκνα Θεοῦ κληθῶμεν , καὶ ἐσμέν . διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς , ὅτι οὐκ ἔγνω αὐτόν . 1Jo 3:2 Ἀγαπητοί νῦν τέκνα Θεοῦ ἐσμεν , καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα . οἴδαμεν ὅτι ἐὰν φανερωθῇ , ὅμοιοι αὐτῷ ἐσόμεθα , ὅτι ὀψόμεθα αὐτὸν , καθώς ἐστιν . 1Jo 3:3 καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾽ αὐτῷ ἁγνίζει ἑαυτὸν , καθὼς ἐκεῖνος ἁγνός ἐστιν . ¶
1Jo 3:4-10
1Jo 3:4 Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ , καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία . 1Jo 3:5 καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη , ἵνα τὰς ἁμαρτίας ἄρῃ , καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν . 1Jo 3:6 πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει · πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν . ¶1Jo 3:7 Τεκνία , μηδεὶς πλανάτω ὑμᾶς · ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν , καθὼς ἐκεῖνος δίκαιός ἐστιν · 1Jo 3:8 ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν , ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει . εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ , ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου . 1Jo 3:9 Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ , ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει , καὶ οὐ δύναται ἁμαρτάνειν , ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται . 1Jo 3:10 ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου · πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ . ¶
Love One Another
1Jo 3:11-18
1Jo 3:11 Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾽ ἀρχῆς , ἵνα ἀγαπῶμεν ἀλλήλους , 1Jo 3:12 οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ · καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν , τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια . ¶1Jo 3:13 καὶ Μὴ θαυμάζετε , ἀδελφοί , εἰ μισεῖ ὑμᾶς ὁ κόσμος . 1Jo 3:14 Ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν , ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς · ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ . 1Jo 3:15 πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν , καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν . 1Jo 3:16 Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην , ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν , καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι . 1Jo 3:17 ὃς δ᾽ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ᾽ αὐτοῦ , πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ ; 1Jo 3:18 Τεκνία , μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ , ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ , ¶
Confidence before God
1Jo 3:19-24
1Jo 3:19 καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν . καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν , 1Jo 3:20 ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία , ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα . 1Jo 3:21 Ἀγαπητοί , ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ , παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν 1Jo 3:22 καὶ ὃ ἐὰν αἰτῶμεν , λαμβάνομεν ἀπ᾽ αὐτοῦ , ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν . ¶1Jo 3:23 καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ , ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους , καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν . 1Jo 3:24 καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ · καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν , ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν . ¶
The Spirit of God and the Spirit of Antichrist
1Jo 4:1-6
1Jo 4:1 Ἀγαπητοί , μὴ παντὶ πνεύματι πιστεύετε ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν , ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον . 1Jo 4:2 Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ · πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ Θεοῦ ἐστιν , 1Jo 4:3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν · καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται , καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη . ¶1Jo 4:4 Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε , τεκνία , καὶ νενικήκατε αὐτούς , ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ . 1Jo 4:5 αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν , διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει . 1Jo 4:6 ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν · ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν · ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν . ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης . ¶
God is Love
1Jo 4:7-12
1Jo 4:7 Ἀγαπητοί , ἀγαπῶμεν ἀλλήλους ,
¬ ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστιν ,
¬ καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται
¬ καὶ γινώσκει τὸν Θεόν .
1Jo 4:8 ¬ ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν , ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν .
1Jo 4:9 ¬ Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν ,
¬ ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς
¬ εἰς τὸν κόσμον , ἵνα ζήσωμεν δι᾽ αὐτοῦ .
1Jo 4:10 ¬ ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη , οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν Θεόν , ἀλλ᾽ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν . 1Jo 4:11 Ἀγαπητοί , εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς , καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν . 1Jo 4:12 Θεὸν οὐδεὶς πώποτε τεθέαται . ἐὰν ἀγαπῶμεν ἀλλήλους , ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστιν .
1Jo 4:13-16c
1Jo 4:13 ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν , ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν . 1Jo 4:14 καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκεν τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου . 1Jo 4:15 Ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ , ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ . 1Jo 4:16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν . ¶
1Jo 4:16d-21
Ὁ Θεὸς ἀγάπη ἐστίν , καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει , καὶ ὁ Θεὸς ἐν αὐτῷ μένει . 1Jo 4:17 Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾽ ἡμῶν , ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως , ὅτι καθὼς ἐκεῖνός ἐστιν , καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ . 1Jo 4:18 Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ , ἀλλ᾽ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον , ὅτι ὁ φόβος κόλασιν ἔχει , ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ . 1Jo 4:19 Ἡμεῖς ἀγαπῶμεν , ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς . 1Jo 4:20 Ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν Θεόν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ , ψεύστης ἐστίν · ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν , τὸν Θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν . 1Jo 4:21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾽ αὐτοῦ , ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ . ¶
Faith is Victory over the World
1Jo 5:1-5
1Jo 5:1 Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ Θεοῦ γεγέννηται , καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ . 1Jo 5:2 ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ , ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν . 1Jo 5:3 αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ , ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν , καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν . 1Jo 5:4 ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον · καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον , ἡ πίστις ἡμῶν . ¶
1Jo 5:5 Τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ;
The Witness concerning the Son
1Jo 5:6-12
1Jo 5:6 οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος , Ἰησοῦς Χριστός , οὐκ ἐν τῷ ὕδατι μόνον , ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι · καὶ τὸ Πνεῦμά ἐστιν τὸ μαρτυροῦν , ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια . 1Jo 5:7 ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες , 1Jo 5:8 τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα , καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν . 1Jo 5:9 Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν , ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν · ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ , ὅτι μεμαρτύρηκεν περὶ τοῦ Υἱοῦ αὐτοῦ . 1Jo 5:10 ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ , ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν , ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ . 1Jo 5:11 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία , ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεὸς , καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστιν . 1Jo 5:12 ὁ ἔχων τὸν Υἱὸν ἔχει τὴν ζωήν · ὁ μὴ ἔχων τὸν Υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει . ¶
The Knowledge of Eternal Life
1Jo 5:13-15
1Jo 5:13 Ταῦτα ἔγραψα ὑμῖν , ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον , τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ . 1Jo 5:14 Καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν , ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν . 1Jo 5:15 καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα , οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπ᾽ αὐτοῦ . ¶
1Jo 5:16-17
1Jo 5:16 Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον , αἰτήσει καὶ δώσει αὐτῷ ζωήν , τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον . ἔστιν ἁμαρτία πρὸς θάνατον · οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ . 1Jo 5:17 πᾶσα ἀδικία ἁμαρτία ἐστίν , καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον . ¶
1Jo 5:18-21
1Jo 5:18 Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει , ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ . 1Jo 5:19 οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται . 1Jo 5:20 οἴδαμεν δὲ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν , ἵνα γινώσκωμεν τὸν ἀληθινόν , καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ , ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ . οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος . ¶
1Jo 5:21 Τεκνία , φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων . ¶
約翰一書希臘文筆記 ↵