登山寶訓 Interlinear
Interlinear 經文 (包括大小寫、標點符號、分行排版) 出自 OGNTa Project (@GitHub; @DCS);經文分段和標題則是根據 UBS5。
Ministering to a Great Multitude (Mat 4:23-25)
Mat 4:23 Καὶ περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ .
Mat 4:24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν · καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς , καὶ ἐθεράπευσεν αὐτούς . Mat 4:25 Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου .
The Sermon on the Mount (Mat 5:1-2)
Mat 5:1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος , καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ · Mat 5:2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων ·
The Beatitudes (Mat 5:3-12)
Mat 5:3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι ,
Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν .
Mat 5:4 Μακάριοι οἱ πενθοῦντες , Ὅτι αὐτοὶ παρακληθήσονται .
Mat 5:5 Μακάριοι οἱ πραεῖς ,
Ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν .
Mat 5:6 Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην ,
Ὅτι αὐτοὶ χορτασθήσονται .
Mat 5:7 Μακάριοι οἱ ἐλεήμονες ,
Ὅτι αὐτοὶ ἐλεηθήσονται .
Mat 5:8 Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ,
Ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται .
Mat 5:9 Μακάριοι οἱ εἰρηνοποιοί ,
Ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται .
Mat 5:10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης ,
Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν .
Mat 5:11 Μακάριοί ἐστε
ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ .
Mat 5:12 χαίρετε καὶ ἀγαλλιᾶσθε , ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς · οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν .
Salt and Light (Mat 5:13-16)
Mat 5:13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς · ἐὰν δὲ τὸ ἅλας μωρανθῇ , ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων . Mat 5:14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου . οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη · Mat 5:15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν , καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ . Mat 5:16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων , ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς .
Teaching about the Law (Mat 5:17-20)
Mat 5:17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας · οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι . Mat 5:18 ἀμὴν γὰρ λέγω ὑμῖν · ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ , ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου , ἕως ἂν πάντα γένηται . Mat 5:19 Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους , ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν · ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ , οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν . Mat 5:20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων , οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν .
Teaching about Anger (Mat 5:21-26)
Mat 5:21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις · Οὐ φονεύσεις · ὃς δ᾽ ἂν φονεύσῃ , ἔνοχος ἔσται τῇ κρίσει . Mat 5:22 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει · ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ · Ῥακά , ἔνοχος ἔσται τῷ συνεδρίῳ · ὃς δ᾽ ἂν εἴπῃ · Μωρέ , ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός . Mat 5:23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ , Mat 5:24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου , καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου . Mat 5:25 ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ , ἕως ὅτου εἶ μετ᾽ αὐτοῦ ἐν τῇ ὁδῷ , μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ καὶ εἰς φυλακὴν βληθήσῃ · Mat 5:26 ἀμὴν λέγω σοι , οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν , ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην .
Teaching about Adultery (Mat 5:27-30)
Mat 5:27 Ἠκούσατε ὅτι ἐρρέθη · Οὐ μοιχεύσεις . Mat 5:28 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ . Mat 5:29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε , ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ · συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν . Mat 5:30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε , ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ · συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ .
Teaching about Divorce (Mat 5:31-32)
Mat 5:31 Ἐρρέθη δέ · Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ , δότω αὐτῇ ἀποστάσιον . Mat 5:32 ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι , καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ , μοιχᾶται .
Teaching about Oaths (Mat 5:33-37)
Mat 5:33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις · Οὐκ ἐπιορκήσεις , ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου . Mat 5:34 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως · μήτε ἐν τῷ οὐρανῷ , ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ , Mat 5:35 μήτε ἐν τῇ γῇ , ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ , μήτε εἰς Ἱεροσόλυμα , ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως , Mat 5:36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς , ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν . Mat 5:37 ἔστω δὲ ὁ λόγος ὑμῶν Ναὶ ναί , οὒ Οὔ · τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν .
Teaching about Retaliation (Mat 5:38-42)
Mat 5:38 Ἠκούσατε ὅτι ἐρρέθη · Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος . Mat 5:39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ · ἀλλ᾽ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου , στρέψον αὐτῷ καὶ τὴν ἄλλην · Mat 5:40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν , ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον · Mat 5:41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν , ὕπαγε μετ᾽ αὐτοῦ δύο . Mat 5:42 τῷ αἰτοῦντί σε δός , καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς .
Love for Enemies (Mat 5:43-48)
Mat 5:43 Ἠκούσατε ὅτι ἐρρέθη · Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου . Mat 5:44 ἐγὼ δὲ λέγω ὑμῖν · ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς , Mat 5:45 ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς , ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους . Mat 5:46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς , τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Mat 5:47 καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον , τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; Mat 5:48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν .
Teaching about Almsgiving (Mat 6:1-4)
Mat 6:1 Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς · εἰ δὲ μή γε , μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς . Mat 6:2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην , μὴ σαλπίσῃς ἔμπροσθέν σου , ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις , ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων · ἀμὴν λέγω ὑμῖν , ἀπέχουσιν τὸν μισθὸν αὐτῶν . Mat 6:3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου , Mat 6:4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ · καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι .
Teaching about Prayer (Mat 6:5-15)
Mat 6:5 Καὶ ὅταν προσεύχησθε , οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί , ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι , ὅπως φανῶσιν τοῖς ἀνθρώποις · ἀμὴν λέγω ὑμῖν , ἀπέχουσιν τὸν μισθὸν αὐτῶν . Mat 6:6 σὺ δὲ ὅταν προσεύχῃ , εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ · καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι . Mat 6:7 Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί , δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται . Mat 6:8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς · οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν .
Mat 6:9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς ·
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς ·
Ἁγιασθήτω τὸ ὄνομά σου ·
Mat 6:10 Ἐλθέτω ἡ βασιλεία σου ·
Γενηθήτω τὸ θέλημά σου ,
Ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ·
Mat 6:11 Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον ·
Mat 6:12 Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ,
Ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν ·
Mat 6:13 Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ,
Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ . ⟦ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοῦς αἰῶνας ἀμήν .⟧
Mat 6:14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν , ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος · Mat 6:15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις , οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν .
Teaching about Fasting (Mat 6:16-18)
Mat 6:16 Ὅταν δὲ νηστεύητε , μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί , ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες · ἀμὴν λέγω ὑμῖν , ἀπέχουσιν τὸν μισθὸν αὐτῶν . Mat 6:17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι , Mat 6:18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυφαίῳ · καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι .
Treasure in Heaven (Mat 6:19-21)
Mat 6:19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς , ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν · Mat 6:20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ , ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν · Mat 6:21 ὅπου γάρ ἐστιν ὁ θησαυρός σου , ἐκεῖ ἔσται καὶ ἡ καρδία σου .
The Light of the Body (Mat 6:22-23)
Mat 6:22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός . ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς , ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται · Mat 6:23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ , ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται . εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν , τὸ σκότος πόσον .
God and Mammon (Mat 6:24)
Mat 6:24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν · ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει , ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει . οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ .
Care and Anxiety (Mat 6:25-34)
Mat 6:25 Διὰ τοῦτο λέγω ὑμῖν · μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε , μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε . οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Mat 6:26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας , καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά · οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Mat 6:27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Mat 6:28 Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν · οὐ κοπιῶσιν οὐδὲ νήθουσιν · Mat 6:29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων . Mat 6:30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως ἀμφιέννυσιν , οὐ πολλῷ μᾶλλον ὑμᾶς , ὀλιγόπιστοι; Mat 6:31 Μὴ οὖν μεριμνήσητε λέγοντες · Τί φάγωμεν; ἤ · Τί πίωμεν; ἤ · Τί περιβαλώμεθα; Mat 6:32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν · οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων . Mat 6:33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ , καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν . Mat 6:34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον , ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς · ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς .
Judging Others (Mat 7:1-6)
Mat 7:1 Μὴ κρίνετε , ἵνα μὴ κριθῆτε · Mat 7:2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε , καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν . Mat 7:3 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου , τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; Mat 7:4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου · Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου , καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; Mat 7:5 ὑποκριτά , ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν , καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου . Mat 7:6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων , μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς .
Ask, Seek, Knock (Mat 7:7-12)
Mat 7:7 Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν , ζητεῖτε καὶ εὑρήσετε , κρούετε καὶ ἀνοιγήσεται ὑμῖν · Mat 7:8 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται . Mat 7:9 Ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος , ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον , μὴ λίθον ἐπιδώσει αὐτῷ; Mat 7:10 ἢ καὶ ἰχθὺν αἰτήσει , μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Mat 7:11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν , πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν . Mat 7:12 Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι , οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς · οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται .
The Narrow Gate (Mat 7:13-14)
Mat 7:13 Εἰσέλθατε διὰ τῆς στενῆς πύλης · ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς · Mat 7:14 ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν .
A Tree Known by Its Fruit (Mat 7:15-20)
Mat 7:15 Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν , οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων , ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες . Mat 7:16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς . μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα; Mat 7:17 οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ , τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ . Mat 7:18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν . Mat 7:19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται . Mat 7:20 ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς .
I Never Knew You (Mat 7:21-23)
Mat 7:21 Οὐ πᾶς ὁ λέγων μοι · Κύριε Κύριε , εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν , ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς . Mat 7:22 πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ · Κύριε Κύριε , οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν , καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν , καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Mat 7:23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς · ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν .
The Two Foundations (Mat 7:24-29)
Mat 7:24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς , ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ , ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν · Mat 7:25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ , καὶ οὐκ ἔπεσεν , τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν . Mat 7:26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ , ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον · Mat 7:27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ , καὶ ἔπεσεν καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη . Mat 7:28 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους , ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ · Mat 7:29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν .