Sermon ➎ (弗1:3-14)
Eph 1:3 Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ , Eph 1:4 καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ , Eph 1:5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν , κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ , Eph 1:6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ Ἠγαπημένῳ . Eph 1:7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ , τὴν ἄφεσιν τῶν παραπτωμάτων , κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ Eph 1:8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς , ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει , Eph 1:9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ , κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ Eph 1:10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν , ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ , τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ἐν αὐτῷ . Eph 1:11 ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ Eph 1:12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ . Eph 1:13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας , τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν , ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ , Eph 1:14 ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν , εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως , εἰς ἔπαινον τῆς δόξης αὐτοῦ .