HW⓬ (Rom 8:1-17)
8:1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ . 8:2 ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου . 8:3 τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός , ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί , 8:4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα . 8:5 Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν , οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος . 8:6 τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος , τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη · 8:7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν , τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται , οὐδὲ γὰρ δύναται · 8:8 οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται . 8:9 Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι , εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν . εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει , οὗτος οὐκ ἔστιν αὐτοῦ . 8:10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν , τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην . 8:11 εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν , ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν . ¶
8:12 Ἄρα οὖν , ἀδελφοί , ὀφειλέται ἐσμέν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν , 8:13 εἰ γὰρ κατὰ σάρκα ζῆτε , μέλλετε ἀποθνήσκειν · εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε , ζήσεσθε . 8:14 ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται , οὗτοι υἱοί Θεοῦ εἰσιν . 8:15 Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν · Ἀββᾶ ὁ Πατήρ . 8:16 αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ . 8:17 εἰ δὲ τέκνα , καὶ κληρονόμοι · κληρονόμοι μὲν Θεοῦ , συνκληρονόμοι δὲ Χριστοῦ , εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν . ¶