HW❿ (Rev 21:1-5)
Rev 21:1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν. ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. Rev 21:2 καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. Rev 21:3 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης· Ἰδοὺ ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς μετ᾽ αὐτῶν ἔσται αὐτῶν θεός, Rev 21:4 καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι, ὅτι τὰ πρῶτα ἀπῆλθαν. Rev 21:5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ καινὰ ποιῶ πάντα καὶ λέγει· Γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν.
HW❿ 單字背誦 (10 個)
-
ὄχλος, –ου, ὁ (175)
-
ἁμαρτία, –ας, ἡ (173)
-
ἔργον, –ου, τό (169)
- work; deed, action
- 工作、產品、所作所為
-
ἄν (166)
- an untranslatable, uninflected word, used to make a definite statement contingent upon something
- 表示可能性、無限性,常用在條件句的結果子句中
-
δόξα, –ης, ἡ (166)
-
βασιλεία, –ας, ἡ (162)
-
ἔθνος, –ους, τό (162)
- singular: nation ‖ plural: Gentiles
- 國家、民族、外國人
-
πόλις, –εως, ἡ (162)
-
τότε (160)
-
ἐσθίω (158)
- I eat ‖ φάγομαι, ἔφαγον, –, –, –
- 吃