ΙΩΑΝΝΟΥ Α
約翰一書 Interlinear (中文)
Interlinear 經文 (包括大小寫、標點符號、分行標記 ¬
、段落標記 ¶
、和合本額外插入的字 ⸂
⸃
) 出自 OGNTa Project (@GitHub; @GitLab; @DCS);經文分段和標題則是根據 UBS5
The Word of Life
約一 1:1-4
Ὃ ἦν ἀπ᾽ ἀρχῆς , ὃ ἀκηκόαμεν , ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν , ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς — καὶ ἡ ζωὴ ἐφανερώθη , καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν — ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν , ἀπαγγέλλομεν καὶ ὑμῖν , ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν . καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ . καὶ ταῦτα γράφομεν ἡμεῖς , ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη . ¶
God is Light
約一 1:5-10
Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν , ὅτι ὁ Θεὸς φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία . Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν , ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν · ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν , ὡς αὐτός ἐστιν ἐν τῷ φωτί , κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων , καὶ τὸ αἷμα Ἰησοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας . Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν , ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν . ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν , πιστός ἐστιν καὶ δίκαιος , ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας . ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν , ψεύστην ποιοῦμεν αὐτὸν , καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν . ¶
Christ Our Advocate
約一 2:1-6
Τεκνία μου , ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε . καὶ ἐάν τις ἁμάρτῃ , Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστὸν δίκαιον · καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν , οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου . ¶
Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν , ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν . ὁ λέγων ὅτι Ἔγνωκα αὐτόν καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν ψεύστης ἐστίν , καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν · ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον , ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται · Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν . ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει , καθὼς ἐκεῖνος περιεπάτησεν , καὶ αὐτὸς οὕτως περιπατεῖν . ¶
The New Commandment
約一 2:7-11
Ἀγαπητοί , οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν ἀλλ᾽ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ᾽ ἀρχῆς · ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε . πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν , ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει . Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι . ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει , καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν · ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ οἶδεν ποῦ ὑπάγει , ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ . ¶
約一 2:12-14
Γράφω ὑμῖν , τεκνία , ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ .
¬ Γράφω ὑμῖν , πατέρες , ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς .
¬ Γράφω ὑμῖν , νεανίσκοι , ὅτι νενικήκατε τὸν πονηρόν .
¬ Ἔγραψα ὑμῖν , παιδία , ὅτι ἐγνώκατε τὸν Πατέρα .
¬ Ἔγραψα ὑμῖν , πατέρες , ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς .
¬ Ἔγραψα ὑμῖν , νεανίσκοι , ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ Θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν . ¶
約一 2:15-17
Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ . ἐάν τις ἀγαπᾷ τὸν κόσμον , οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ · ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ , ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου , οὐκ ἔστιν ἐκ τοῦ πατρός ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν . καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ , ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα . ¶
The Antichrist
約一 2:18-25
Παιδία , ἐσχάτη ὥρα ἐστίν , καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται , καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν , ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν . ἐξ ἡμῶν ἐξῆλθαν ἀλλ᾽ οὐκ ἦσαν ἐξ ἡμῶν , εἰ γὰρ ἐξ ἡμῶν ἦσαν , μεμενήκεισαν ἂν μεθ᾽ ἡμῶν — ἀλλ᾽ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν . Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου καὶ οἴδατε πάντες . οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν ἀλλ᾽ ὅτι οἴδατε αὐτήν καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν . ¶
Τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός ; οὗτός ἐστιν ὁ ἀντίχριστος , ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν . πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει , ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει . Ὑμεῖς ὃ ἠκούσατε ἀπ᾽ ἀρχῆς , ἐν ὑμῖν μενέτω . ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ᾽ ἀρχῆς ἠκούσατε , καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε . καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν , τὴν ζωὴν τὴν αἰώνιον . ¶
約一 2:26-27
Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς . καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ᾽ αὐτοῦ μένει ἐν ὑμῖν , καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς , ἀλλ᾽ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων , καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος , καὶ καθὼς ἐδίδαξεν ὑμᾶς , μένετε ἐν αὐτῷ . ¶
Children of God
約一 2:28-3:3
Καὶ νῦν , τεκνία , μένετε ἐν αὐτῷ , ἵνα ἐὰν φανερωθῇ , σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ . Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν , γινώσκετε ὅτι καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται . ¶
Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατὴρ , ἵνα τέκνα Θεοῦ κληθῶμεν , καὶ ἐσμέν . διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς , ὅτι οὐκ ἔγνω αὐτόν . Ἀγαπητοί νῦν τέκνα Θεοῦ ἐσμεν , καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα . οἴδαμεν ὅτι ἐὰν φανερωθῇ , ὅμοιοι αὐτῷ ἐσόμεθα , ὅτι ὀψόμεθα αὐτὸν , καθώς ἐστιν . καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾽ αὐτῷ ἁγνίζει ἑαυτὸν , καθὼς ἐκεῖνος ἁγνός ἐστιν . ¶
約一 3:4-10
Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ , καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία . καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη , ἵνα τὰς ἁμαρτίας ἄρῃ , καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν . πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει · πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν . ¶
Τεκνία , μηδεὶς πλανάτω ὑμᾶς · ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν , καθὼς ἐκεῖνος δίκαιός ἐστιν · ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν , ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει . εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ , ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου . Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ , ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει , καὶ οὐ δύναται ἁμαρτάνειν , ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται . ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου · πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ . ¶
Love One Another
約一 3:11-18
Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾽ ἀρχῆς , ἵνα ἀγαπῶμεν ἀλλήλους , οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ · καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν , τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια . ¶
καὶ Μὴ θαυμάζετε , ἀδελφοί , εἰ μισεῖ ὑμᾶς ὁ κόσμος . Ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν , ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς · ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ . πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν , καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν . Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην , ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν , καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι . ὃς δ᾽ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ᾽ αὐτοῦ , πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ ; Τεκνία , μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ , ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ , ¶
Confidence before God
約一 3:19-24
καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν . καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν , ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία , ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα . Ἀγαπητοί , ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ , παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν καὶ ὃ ἐὰν αἰτῶμεν , λαμβάνομεν ἀπ᾽ αὐτοῦ , ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν . ¶
καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ , ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους , καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν . καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ · καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν , ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν . ¶
The Spirit of God and the Spirit of Antichrist
約一 4:1-6
Ἀγαπητοί , μὴ παντὶ πνεύματι πιστεύετε ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν , ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον . Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ · πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ Θεοῦ ἐστιν , καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν · καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται , καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη . ¶
Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε , τεκνία , καὶ νενικήκατε αὐτούς , ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ . αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν , διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει . ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν · ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν · ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν . ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης . ¶
God is Love
約一 4:7-12
Ἀγαπητοί , ἀγαπῶμεν ἀλλήλους ,
¬ ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστιν ,
¬ καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται
¬ καὶ γινώσκει τὸν Θεόν .
¬ ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν , ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν .
¬ Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν ,
¬ ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς
¬ εἰς τὸν κόσμον , ἵνα ζήσωμεν δι᾽ αὐτοῦ .
¬ ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη , οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν Θεόν , ἀλλ᾽ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν Υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν . Ἀγαπητοί , εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς , καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν . Θεὸν οὐδεὶς πώποτε τεθέαται . ἐὰν ἀγαπῶμεν ἀλλήλους , ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστιν .
約一 4:13-16c
ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν , ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν . καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκεν τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου . Ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ , ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ . καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν . ¶
約一 4:16d-21
Ὁ Θεὸς ἀγάπη ἐστίν , καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει , καὶ ὁ Θεὸς ἐν αὐτῷ μένει . Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾽ ἡμῶν , ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως , ὅτι καθὼς ἐκεῖνός ἐστιν , καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ . Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ , ἀλλ᾽ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον , ὅτι ὁ φόβος κόλασιν ἔχει , ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ . Ἡμεῖς ἀγαπῶμεν , ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς . Ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν Θεόν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ , ψεύστης ἐστίν · ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν , τὸν Θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν . καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾽ αὐτοῦ , ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ . ¶
Faith is Victory over the World
約一 5:1-5
Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ Θεοῦ γεγέννηται , καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ . ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ , ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν . αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ , ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν , καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν . ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον · καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον , ἡ πίστις ἡμῶν . ¶
Τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ;
The Witness concerning the Son
約一 5:6-12
οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος , Ἰησοῦς Χριστός , οὐκ ἐν τῷ ὕδατι μόνον , ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι · καὶ τὸ Πνεῦμά ἐστιν τὸ μαρτυροῦν , ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια . ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες , τὸ Πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα , καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν . Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν , ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν · ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ , ὅτι μεμαρτύρηκεν περὶ τοῦ Υἱοῦ αὐτοῦ . ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ , ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν , ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ . Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία , ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεὸς , καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστιν . ὁ ἔχων τὸν Υἱὸν ἔχει τὴν ζωήν · ὁ μὴ ἔχων τὸν Υἱὸν τοῦ Θεοῦ τὴν ζωὴν οὐκ ἔχει . ¶
The Knowledge of Eternal Life
約一 5:13-15
Ταῦτα ἔγραψα ὑμῖν , ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον , τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ . Καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν , ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν . καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα , οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπ᾽ αὐτοῦ . ¶
約一 5:16-17
Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον , αἰτήσει καὶ δώσει αὐτῷ ζωήν , τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον . ἔστιν ἁμαρτία πρὸς θάνατον · οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ . πᾶσα ἀδικία ἁμαρτία ἐστίν , καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον . ¶
約一 5:18-21
Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ οὐχ ἁμαρτάνει , ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ . οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμεν καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται . οἴδαμεν δὲ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν , ἵνα γινώσκωμεν τὸν ἀληθινόν , καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ , ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ . οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος . ¶
Τεκνία , φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων . ¶
約翰一書希臘文筆記 ↵