圖析 (Gal 5:16-21)
- Λέγω δέ, Πνεύματι περιπατεῖτε
- καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
加 5:17
- ἡ
- γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ
- δὲ Πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα
- γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε.
加 5:18
- εἰ
- δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
加 5:19
- Φανερὰ
- δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
加 5:20
- εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
加 5:21
- φθόνοι, μέθαι, κῶμοι
- καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς προεῖπον
- ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.
加拉太書希臘文筆記 ↵