HW⓬ (Rom 8:1–17)
Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ . ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου . τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός , ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί , ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα . Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν , οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος . τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος , τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη · διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν , τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται , οὐδὲ γὰρ δύναται · οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται . Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι , εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν . εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει , οὗτος οὐκ ἔστιν αὐτοῦ . εἰ δὲ Χριστὸς ἐν ὑμῖν , τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην . εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν , ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν . ¶
Ἄρα οὖν , ἀδελφοί , ὀφειλέται ἐσμέν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν , εἰ γὰρ κατὰ σάρκα ζῆτε , μέλλετε ἀποθνήσκειν · εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε , ζήσεσθε . ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται , οὗτοι υἱοί Θεοῦ εἰσιν . Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν · Ἀββᾶ ὁ Πατήρ . αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ . εἰ δὲ τέκνα , καὶ κληρονόμοι · κληρονόμοι μὲν Θεοῦ , συνκληρονόμοι δὲ Χριστοῦ , εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν . ¶