HW⓫ (1Jo 2:28–3:10)
Καὶ νῦν , τεκνία , μένετε ἐν αὐτῷ , ἵνα ἐὰν φανερωθῇ , σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ . Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν , γινώσκετε ὅτι καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται . ¶
Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατὴρ , ἵνα τέκνα Θεοῦ κληθῶμεν , καὶ ἐσμέν . διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς , ὅτι οὐκ ἔγνω αὐτόν . Ἀγαπητοί νῦν τέκνα Θεοῦ ἐσμεν , καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα . οἴδαμεν ὅτι ἐὰν φανερωθῇ , ὅμοιοι αὐτῷ ἐσόμεθα , ὅτι ὀψόμεθα αὐτὸν , καθώς ἐστιν . καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾽ αὐτῷ ἁγνίζει ἑαυτὸν , καθὼς ἐκεῖνος ἁγνός ἐστιν . ¶
Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ , καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία . καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη , ἵνα τὰς ἁμαρτίας ἄρῃ , καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν . πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει · πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν . ¶
Τεκνία , μηδεὶς πλανάτω ὑμᾶς · ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν , καθὼς ἐκεῖνος δίκαιός ἐστιν · ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν , ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει . εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ , ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου . Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ , ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει , καὶ οὐ δύναται ἁμαρτάνειν , ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται . ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου · πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ . ¶