Sermon-2 (林後4:16-5:10)
2Co 4:16 Διὸ οὐκ ἐγκακοῦμεν , ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται , ἀλλ᾽ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ . 2Co 4:17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν , 2Co 4:18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα · τὰ γὰρ βλεπόμενα πρόσκαιρα , τὰ δὲ μὴ βλεπόμενα αἰώνια .
2Co 5:1 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ , οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν , οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς . 2Co 5:2 καὶ γὰρ ἐν τούτῳ στενάζομεν τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες , 2Co 5:3 εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα . 2Co 5:4 καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι , ἐφ᾽ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ᾽ ἐπενδύσασθαι , ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς . 2Co 5:5 ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός , ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος . 2Co 5:6 Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου · 2Co 5:7 διὰ πίστεως γὰρ περιπατοῦμεν , οὐ διὰ εἴδους · 2Co 5:8 Θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον . 2Co 5:9 διὸ καὶ φιλοτιμούμεθα , εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες , εὐάρεστοι αὐτῷ εἶναι . 2Co 5:10 τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ , ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν , εἴτε ἀγαθὸν εἴτε φαῦλον .