圖析 (1Jo 2:28–3:10)
- καὶ νῦν, τεκνία,
- μένετε (ἐν αὐτῷ,)A
- ἵνα
- ἐὰν φανερωθῇ,
- σχῶμεν (παρρησίαν)
- καὶ μὴ αἰσχυνθῶμεν (ἀπ᾽ αὐτοῦ)A1 (ἐν τῇ παρουσίᾳ αὐτοῦ.)A2
- ——————————————
- ἐὰν εἰδῆτε
- ὅτι (δίκαιός)C ἐστιν,
- γινώσκετε
- ὅτι (καὶ)A (πᾶς ὁ { ποιῶν τὴν δικαιοσύνην } )S (ἐξ αὐτοῦ)A γεγέννηται.
- ——————————————
- ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατήρ,
- ἵνα τέκνα θεοῦ κληθῶμεν
- καὶ ἐσμέν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς,
- ὅτι οὐκ ἔγνω αὐτόν.¶
- Ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν,
- καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ
- ὅτι
- ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα,
- ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.
- καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾽ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.¶
- Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν
- καὶ τὴν ἀνομίαν ποιεῖ,
- καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία.
- καὶ οἴδατε
- ὅτι ἐκεῖνος ἐφανερώθη
- ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ,
- καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.
- πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.¶
- Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν καθὼς ἐκεῖνος δίκαιός ἐστιν.
- ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν,
- ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ
- ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.
- πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ,
- ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει·
- καὶ οὐ δύναται ἁμαρτάνειν,
- ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.
- ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ
- καὶ τὰ τέκνα τοῦ διαβόλου. πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ,
- καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ·
筆記 (1Jo 2:28–3:10)
約翰一書希臘文筆記 ↵