ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
腓立比書 Interlinear (英文)
Interlinear 經文 (包括大小寫、標點符號、分行標記 ¬
、段落標記 ¶
) 出自 OGNTa Project (@GitHub; @GitLab; @DCS);經文分段和標題則是根據 UBS5。
Salutation
Php 1:1–2
Παῦλος καὶ Τιμόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ Πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις , Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ . ¶
Paul’s Prayer for the Philippians
Php 1:3–11
Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν , μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος , ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν , πεποιθὼς αὐτὸ τοῦτο , ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ · Καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς , ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας . μάρτυς γάρ μου ὁ Θεός ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ . Καὶ τοῦτο προσεύχομαι , ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα , ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ , πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ . ¶
To Me to Live is Christ
Php 1:12–14
Γινώσκειν δὲ ὑμᾶς βούλομαι , ἀδελφοί , ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν , ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν , καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν .
Php 1:15–26
Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν , τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν · οἱ μὲν ἐξ ἀγάπης , εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι , οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν , οὐχ ἁγνῶς , οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου . Τί γάρ ; πλὴν ὅτι παντὶ τρόπῳ , εἴτε προφάσει εἴτε ἀληθείᾳ , Χριστὸς καταγγέλλεται , καὶ ἐν τούτῳ χαίρω . ¶
ἀλλὰ καὶ χαρήσομαι , οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου , ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι ἀλλ᾽ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου , εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου . Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος . εἰ δὲ τὸ ζῆν ἐν σαρκί , τοῦτό μοι καρπὸς ἔργου , καὶ τί αἱρήσομαι οὐ γνωρίζω . συνέχομαι δὲ ἐκ τῶν δύο , τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι , πολλῷ γὰρ μᾶλλον κρεῖσσον · τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς . Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως , ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς . ¶
Php 1:27–30
Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε , ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν , ὅτι στήκετε ἐν ἑνὶ πνεύματι , μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων , ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας , ὑμῶν δὲ σωτηρίας , καὶ τοῦτο ἀπὸ Θεοῦ · ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ , οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν , τὸν αὐτὸν ἀγῶνα ἔχοντες , οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί . ¶
Christian Humility and Christ’s Humility
Php 2:1–11
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ , εἴ τι παραμύθιον ἀγάπης , εἴ τις κοινωνία Πνεύματος , εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί , πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε , τὴν αὐτὴν ἀγάπην ἔχοντες , σύμψυχοι , τὸ ἓν φρονοῦντες , μηδὲν κατ᾽ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν , μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι . ¶
Τοῦτο φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ ,
¬ Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων
¬ οὐχ ἁρπαγμὸν ἡγήσατο
¬ τὸ εἶναι ἴσα Θεῷ ,
¬ ἀλλὰ ἑαυτὸν ἐκένωσεν
¬ μορφὴν δούλου λαβών ,
¬ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος ·
¬ καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
¬ ἐταπείνωσεν ἑαυτὸν
¬ γενόμενος ὑπήκοος μέχρι θανάτου ,
¬ θανάτου δὲ σταυροῦ .
¬ Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν
¬ καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα
¬ τὸ ὑπὲρ πᾶν ὄνομα ,
¬ ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ
¬ πᾶν γόνυ κάμψῃ
¬ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων
¬ καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι
¬ ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ
¬ εἰς δόξαν Θεοῦ Πατρός . ¶
Shining as Lights in the World
Php 2:12–18
Ὥστε , ἀγαπητοί μου , καθὼς πάντοτε ὑπηκούσατε , μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου , μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε · Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας . Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν , ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι , τέκνα Θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης , ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ , λόγον ζωῆς ἐπέχοντες , εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ , ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα . Ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν , χαίρω καὶ συνχαίρω πᾶσιν ὑμῖν · τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συνχαίρετέ μοι . ¶
Timothy and Epaphroditus
Php 2:19–24
Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν , ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν . οὐδένα γὰρ ἔχω ἰσόψυχον , ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει · οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν , οὐ τὰ Ἰησοῦ Χριστοῦ . τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε , ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον . Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς · πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι .
Php 2:25–30
Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου , ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου , πέμψαι πρὸς ὑμᾶς , ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς καὶ ἀδημονῶν , διότι ἠκούσατε ὅτι ἠσθένησεν . καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ · ἀλλὰ ὁ Θεὸς ἠλέησεν αὐτόν , οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ , ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ . Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν , ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ . προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε , ὅτι διὰ τὸ ἔργον Χριστοῦ μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ , ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας . ¶
The True Righteousness
Php 3:1
Τὸ λοιπόν , ἀδελφοί μου , χαίρετε ἐν Κυρίῳ . τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν , ὑμῖν δὲ ἀσφαλές . ¶
Php 3:2–11
Βλέπετε τοὺς κύνας , βλέπετε τοὺς κακοὺς ἐργάτας , βλέπετε τὴν κατατομήν . ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή , οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες , καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί . Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί , ἐγὼ μᾶλλον · περιτομῇ ὀκταήμερος , ἐκ γένους Ἰσραήλ , φυλῆς Βενιαμίν , Ἑβραῖος ἐξ Ἑβραίων , κατὰ νόμον Φαρισαῖος , κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν , κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος . Ἀλλὰ ἅτινα ἦν μοι κέρδη , ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν . ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου , δι᾽ ὃν τὰ πάντα ἐζημιώθην , καὶ ἡγοῦμαι σκύβαλα , ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ , μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ , τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει , τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ , συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ , εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν . ¶
Pressing toward the Mark
Php 3:12–16
Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι , διώκω δὲ εἰ καὶ καταλάβω , ἐφ᾽ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ Ἰησοῦ . ἀδελφοί , ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι · ἓν δέ , τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος , κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ . Ὅσοι οὖν τέλειοι , τοῦτο φρονῶμεν · καὶ εἴ τι ἑτέρως φρονεῖτε , καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει · πλὴν εἰς ὃ ἐφθάσαμεν , τῷ αὐτῷ στοιχεῖν . ¶
Php 3:17–21
Συμμιμηταί μου γίνεσθε , ἀδελφοί , καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς . πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν , νῦν δὲ καὶ κλαίων λέγω , τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ , ὧν τὸ τέλος ἀπώλεια , ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν , οἱ τὰ ἐπίγεια φρονοῦντες . Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει , ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν , ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα . ¶
Php 4:1
Ὥστε , ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι , χαρὰ καὶ στέφανός μου , οὕτως στήκετε ἐν Κυρίῳ , ἀγαπητοί . ¶
Exhortations
Php 4:2–7
Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ . ναὶ ἐρωτῶ καὶ σέ , γνήσιε σύζυγε , συλλαμβάνου αὐταῖς , αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου , ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς . ¶
Χαίρετε ἐν Κυρίῳ πάντοτε · πάλιν ἐρῶ , χαίρετε . τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις . ὁ Κύριος ἐγγύς . Μηδὲν μεριμνᾶτε , ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν . καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ . ¶
Php 4:8–9
Τὸ λοιπόν , ἀδελφοί , ὅσα ἐστὶν ἀληθῆ , ὅσα σεμνά , ὅσα δίκαια , ὅσα ἁγνά , ὅσα προσφιλῆ , ὅσα εὔφημα , εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος , ταῦτα λογίζεσθε · ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί , ταῦτα πράσσετε · καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν . ¶
Acknowledgment of the Philippians’ Gift
Php 4:10–14
Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν , ἐφ᾽ ᾧ καὶ ἐφρονεῖτε , ἠκαιρεῖσθε δέ . οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω , ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι . οἶδα καὶ ταπεινοῦσθαι , οἶδα καὶ περισσεύειν · ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι , καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι · πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με . Πλὴν καλῶς ἐποιήσατε συνκοινωνήσαντές μου τῇ θλίψει .
Php 4:15–20
οἴδατε δὲ καὶ ὑμεῖς , Φιλιππήσιοι , ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου , ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας , οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι , ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε . Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα , ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν . ἀπέχω δὲ πάντα καὶ περισσεύω · πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν , ὀσμὴν εὐωδίας , θυσίαν δεκτήν , εὐάρεστον τῷ Θεῷ . Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ . τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων , ἀμήν . ¶
Final Greetings
Php 4:21–23
Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ . Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί . Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι , μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας . ¶
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν . ¶
Philippians-Notes