圖析
- Εὐχαριστῶ τῷ Θεῷ μου
- ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν
- πάντοτε
- ἐν πάσῃ δεήσει μου
- ὑπὲρ πάντων ὑμῶν‚
- μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος‚
- ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν
- εἰς τὸ εὐαγγέλιον
- ἀπὸ τῆς πρώτης ἡμέρας
- ἄχρι τοῦ νῦν‚
- πεποιθὼς αὐτὸ τοῦτο‚
- ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει
- ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ·
- —––—––—––—––—––—––—––
- Καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν
- διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς‚
- ἔν τε τοῖς δεσμοῖς μου
- καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου
- συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
- μάρτυς γάρ μου ὁ Θεός
- ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.
- —––—––—––—––—––—––—––
- Καὶ τοῦτο προσεύχομαι‚
- ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ
- ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει
- εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα‚
- ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι
- εἰς ἡμέραν Χριστοῦ‚
- πεπληρωμένοι καρπὸν δικαιοσύνης = τὸν διὰ Ἰησοῦ Χριστοῦ
- εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.¶
文法筆記
回到腓立比書希臘文筆記