mirror of https://git.door43.org/Andley/BG4e
63 lines
4.2 KiB
Markdown
63 lines
4.2 KiB
Markdown
## The Lord's Prayer
|
||
|
||
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς·
|
||
ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·
|
||
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν·
|
||
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
|
||
ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
|
||
|
||
|
||
## The Apostles’ Creed
|
||
|
||
Πιστεύω εἰς Θεὸν Πατέρα,
|
||
παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς.
|
||
|
||
Καὶ εἰς Ἰησοῦν Χρίστον, υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν,
|
||
τὸν συλληφθέντα ἐκ πνεύματος ἁγίου,
|
||
γεννηθέντα ἐκ Μαρίας τῆς παρθένου,
|
||
παθόντα ἐπὶ Ποντίου Πιλάτου,
|
||
σταυρωθέντα, θανόντα, και ταφέντα,
|
||
τῇ τρίτη ἡμέρᾳ ἀναστάντα ἀπὸ τῶν νεκρῶν,
|
||
ἀνελθόντα εἰς τοὺς οὐρανούς,
|
||
καθεζόμενον ἐν δεξιᾷ θεοῦ πατρὸς παντοδυνάμου,
|
||
ἐκεῖθεν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.
|
||
|
||
Πιστεύω εἰς τὸ Πνεύμα τὸ Ἅγιον,
|
||
ἁγίαν καθολικὴν ἐκκλησίαν,
|
||
ἁγίων κοινωνίαν,
|
||
ἄφεσιν ἁμαρτιῶν,
|
||
σαρκὸς ἀνάστασιν,
|
||
ζωήν αἰώνιον.
|
||
Ἀμήν.
|
||
|
||
|
||
## The Nicene Creed
|
||
|
||
Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα
|
||
ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων·
|
||
καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν
|
||
τὸν υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ,
|
||
τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων,
|
||
Φῶς ἐκ Φωτός,
|
||
Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ,
|
||
γεννηθέντα οὐ ποιηθέντα,
|
||
ὁμοούσιον τῷ Πατρί,
|
||
δι’ οὗ τὰ πάντα ἐγένετο·
|
||
τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν,
|
||
καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς παρθένου,
|
||
καὶ ἐνανθρωπήσαντα,
|
||
σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου,
|
||
καὶ παθόντα, καὶ ταφέντα,
|
||
καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς,
|
||
καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς,
|
||
καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Πατρὸς,
|
||
καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς,
|
||
οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος·
|
||
καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον καὶ Ζωοποιόν,
|
||
τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
|
||
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον,
|
||
τὸ λαλῆσαν διὰ τῶν προφητῶν·
|
||
εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν·
|
||
ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν·
|
||
προσδοκῶμεν ἀνάστασιν νεκρῶν,
|
||
καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν. |