- 6:1a Ἀδελφοί‚
- ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι‚
- 6:1b ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος‚
- 6:1c σκοπῶν σεαυτόν
- 6:1d μὴ καὶ σὺ πειρασθῇς.
- 6:2a Ἀλλήλων τὰ βάρη βαστάζετε
- καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.
- 6:3a εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν‚
- 6:3b φρεναπατᾷ ἑαυτόν.
- 6:4a Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος‚
- 6:4b καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει
- 6:4c καὶ οὐκ εἰς τὸν ἕτερον·
- 6:5a ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.¶