ΠΕΤΡΟΥ Α
彼得前書 Interlinear (英文)
Interlinear 經文 (包括大小寫、標點符號、分行標記 ¬
、段落標記 ¶
) 出自 OGNTa Project (@GitHub; @GitLab; @DCS);經文分段和標題則是根據 UBS5。
Salutation
1Pe 1:1-2
1:1 Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ Ἐκλεκτοῖς παρεπιδήμοις Διασπορᾶς Πόντου , Γαλατίας , Καππαδοκίας , Ἀσίας καὶ Βιθυνίας 1:2 κατὰ πρόγνωσιν Θεοῦ Πατρός ἐν ἁγιασμῷ Πνεύματος εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ , Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη . ¶
A Living Hope
1Pe 1:3-9
1:3 Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν , 1:4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς 1:5 τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ 1:6 ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι , εἰ δέον ἐστὶν , λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς , 1:7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου , διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ 1:8 ὃν οὐκ ἰδόντες ἀγαπᾶτε , εἰς ὃν ἄρτι μὴ ὁρῶντες , πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ 1:9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν .
1Pe 1:10-12
1:10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες 1:11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας . 1:12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς , ὑμῖν δὲ διηκόνουν αὐτά ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ , εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι . ¶
A Call to Holy Living
1Pe 1:13-16
1:13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν νήφοντες τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ . 1:14 ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις , 1:15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε , 1:16 διότι γέγραπται · Ἅγιοι ἔσεσθε , ὅτι ἐγὼ ἅγιος .
1Pe 1:17-21
1:17 Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον , ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε ¶
1:18 εἰδότες ὅτι οὐ φθαρτοῖς , ἀργυρίῳ ἢ χρυσίῳ , ἐλυτρώθητε
¬ ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου
1:19 ¬ ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ
1:20 ¬ προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου ,
¬ φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτου τῶν χρόνων
¬ δι᾽ ὑμᾶς ¶
1:21 τοὺς δι᾽ αὐτοῦ πιστοὺς εἰς Θεὸν
¬ τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα ,
¬ ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν . ¶
1Pe 1:22-25
1:22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς 1:23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος . 1:24 διότι
¬ Πᾶσα σὰρξ ὡς χόρτος
¬ καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου ·
¬ ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν ·
1:25 ¬ τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα . ¶
Τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς . ¶
The Living Stone and the Holy Nation
1Pe 2:1-10
2:1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς 2:2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε , ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν , 2:3 εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος . 2:4 Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον , παρὰ δὲ Θεῷ ἐκλεκτὸν ἔντιμον , 2:5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους Θεῷ διὰ Ἰησοῦ Χριστοῦ . 2:6 διότι περιέχει ἐν γραφῇ ·
¬ Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον ,
¬ καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ . ¶
2:7 Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν , ἀπιστοῦσιν δὲ Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες , οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας 2:8 Καὶ Λίθος προσκόμματος καὶ πέτρα σκανδάλου · Οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες εἰς ὃ καὶ ἐτέθησαν . 2:9 Ὑμεῖς δὲ γένος ἐκλεκτόν , βασίλειον ἱεράτευμα , ἔθνος ἅγιον , λαὸς εἰς περιποίησιν , ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς · 2:10 οἵ ποτε οὐ λαὸς , νῦν δὲ λαὸς Θεοῦ , οἱ οὐκ ἠλεημένοι , νῦν δὲ ἐλεηθέντες . ¶
### Live as Servants of God
1Pe 2:11-12
2:11 Ἀγαπητοί , παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς · 2:12 τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν , ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες δοξάσωσιν τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς . ¶
1Pe 2:13-17
2:13 Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον , εἴτε βασιλεῖ ὡς ὑπερέχοντι 2:14 εἴτε ἡγεμόσιν ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν , ἔπαινον δὲ ἀγαθοποιῶν , 2:15 ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ Θεοῦ ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν , 2:16 ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν ἀλλ᾽ ὡς Θεοῦ δοῦλοι . 2:17 Πάντας τιμήσατε , τὴν ἀδελφότητα ἀγαπᾶτε , τὸν Θεὸν φοβεῖσθε , τὸν βασιλέα τιμᾶτε . ¶
The Example of Christ's Suffering
1Pe 2:18-25
2:18 Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις , οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς . 2:19 τοῦτο γὰρ χάρις , εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως . 2:20 ποῖον γὰρ κλέος , εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε ; ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε , τοῦτο χάρις παρὰ Θεῷ .
2:21 ¬ Εἰς τοῦτο γὰρ ἐκλήθητε ,
¬ ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν
¬ ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ,
¬ ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ ,
2:22 ¬ Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν
¬ οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ ,
2:23 ¬ ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει ,
¬ πάσχων οὐκ ἠπείλει ,
¬ παρεδίδου δὲ τῷ κρίνοντι δικαίως
2:24 ¬ ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν
¬ ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον ,
¬ ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι
¬ τῇ δικαιοσύνῃ ζήσωμεν ,
¬ Οὗ τῷ μώλωπι ἰάθητε .
2:25 ¬ Ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι ,
¬ ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν Ποιμένα
¬ καὶ Ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν . ¶
Wives and Husbands
1Pe 3:1-6
3:1 Ὁμοίως αἱ γυναῖκες , ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν , ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ , διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται 3:2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν . 3:3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος , 3:4 ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές . 3:5 Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς Θεὸν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν , 3:6 ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ κύριον αὐτὸν καλοῦσα ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν . ¶
1Pe 3:7
3:7 Οἱ ἄνδρες ὁμοίως , συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ , ἀπονέμοντες τιμήν ὡς καὶ συνκληρονόμοις χάριτος ζωῆς εἰς τὸ μὴ ἐνκόπτεσθαι τὰς προσευχὰς ὑμῶν . ¶
Suffering for Righteousness' Sake
1Pe 3:8-12
3:8 Τὸ δὲ τέλος πάντες ὁμόφρονες , συμπαθεῖς , φιλάδελφοι , εὔσπλαγχνοι , ταπεινόφρονες , 3:9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας , τοὐναντίον δὲ εὐλογοῦντες , ὅτι εἰς τοῦτο ἐκλήθητε , ἵνα εὐλογίαν κληρονομήσητε .
3:10 ¬ Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν
¬ καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς
¬ παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ
¬ καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον ,
3:11 ¬ ἐκκλινάτω δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν ,
¬ ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν ·
3:12 ¬ ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους
¬ καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν ,
¬ πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά .
1Pe 3:13-22
3:13 Καὶ τίς ὁ κακώσων ὑμᾶς , ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε ; 3:14 Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην , μακάριοι . Τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε , 3:15 Κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν , ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος , 3:16 ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου , συνείδησιν ἔχοντες ἀγαθήν , ἵνα ἐν ᾧ καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν . 3:17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας , εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ , πάσχειν ἢ κακοποιοῦντας .
3:18 ¬ ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν ,
¬ δίκαιος ὑπὲρ ἀδίκων ,
¬ ἵνα ὑμᾶς προσαγάγῃ τῷ Θεῷ
¬ θανατωθεὶς μὲν σαρκὶ ,
¬ ζωοποιηθεὶς δὲ πνεύματι ·
3:19 ¬ ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν
¬ πορευθεὶς ἐκήρυξεν ¶
3:20 ἀπειθήσασίν ποτε , ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι , τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί , διεσώθησαν δι᾽ ὕδατος 3:21 ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα , οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν , δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ 3:22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων . ¶
Good Stewards of God's Grace
1Pe 4:1-6
4:1 Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε , ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας 4:2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον . 4:3 ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις , ἐπιθυμίαις , οἰνοφλυγίαις , κώμοις , πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις . 4:4 Ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν βλασφημοῦντες , 4:5 οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς . 4:6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη , ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί , ζῶσι δὲ κατὰ Θεὸν πνεύματι . ¶
1Pe 4:7-11
4:7 Πάντων δὲ τὸ τέλος ἤγγικεν . σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς 4:8 πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες , ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν , 4:9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ , 4:10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ . 4:11 εἴ τις λαλεῖ , ὡς λόγια Θεοῦ · εἴ τις διακονεῖ , ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός , ἵνα ἐν πᾶσιν δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων , ἀμήν . ¶
Suffering as a Christian
1Pe 4:12-19
4:12 Ἀγαπητοί , μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος , 4:13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν , χαίρετε , ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι . 4:14 Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ , μακάριοι , ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπαύεται . 4:15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος · 4:16 εἰ δὲ ὡς Χριστιανός , μὴ αἰσχυνέσθω , δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ . 4:17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ · εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν , τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ ; 4:18 καὶ Εἰ ὁ δίκαιος μόλις σώζεται , ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται ; 4:19 Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ . ¶
Tending the Flock of God
1Pe 5:1-4
5:1 Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων , ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός · 5:2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ Θεόν , μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως , 5:3 μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου · 5:4 καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον .
1Pe 5:5
5:5 Ὁμοίως , νεώτεροι , ὑποτάγητε πρεσβυτέροις · πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε , ὅτι Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται , ταπεινοῖς δὲ δίδωσιν χάριν . ¶
1Pe 5:6-7
5:6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ , ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ , 5:7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν , ὅτι αὐτῷ μέλει περὶ ὑμῶν .
1Pe 5:8-11
5:8 Νήψατε , γρηγορήσατε . ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν · 5:9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι . 5:10 Ὁ δὲ Θεὸς πάσης χάριτος , ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ὀλίγον παθόντας αὐτὸς καταρτίσει , στηρίξει , σθενώσει , θεμελιώσει . 5:11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας , ἀμήν . ¶
Final Greetings
1Pe 5:12-14
5:12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ , ὡς λογίζομαι , δι᾽ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν στῆτε . 5:13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός μου . 5:14 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης . ¶
Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ .
1Peter-Notes↵