Sermon-1 (林前15:1-11)
1Co 15:1 Γνωρίζω δὲ ὑμῖν , ἀδελφοί , τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν , ὃ καὶ παρελάβετε , ἐν ᾧ καὶ ἑστήκατε , 1Co 15:2 δι᾽ οὗ καὶ σῴζεσθε , τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε , ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε . 1Co 15:3 Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις , ὃ καὶ παρέλαβον , ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς 1Co 15:4 καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς 1Co 15:5 καὶ ὅτι ὤφθη Κηφᾷ εἶτα τοῖς δώδεκα · 1Co 15:6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ , ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι , τινὲς δὲ ἐκοιμήθησαν · 1Co 15:7 ἔπειτα ὤφθη Ἰακώβῳ εἶτα τοῖς ἀποστόλοις πᾶσιν · 1Co 15:8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί . 1Co 15:9 Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος , διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ · 1Co 15:10 χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι , καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη , ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα , οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί . 1Co 15:11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι , οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε .