Sermon-5b (約1:1-18)
Joh 1:1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος , καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν , καὶ Θεὸς ἦν ὁ Λόγος . Joh 1:2 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν . Joh 1:3 πάντα δι᾽ αὐτοῦ ἐγένετο , καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν . ὃ γέγονεν Joh 1:4 ἐν αὐτῷ ζωὴ ἦν , καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων · Joh 1:5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει , καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν .
Joh 1:6 Ἐγένετο ἄνθρωπος , ἀπεσταλμένος παρὰ Θεοῦ , ὄνομα αὐτῷ Ἰωάννης · Joh 1:7 οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός , ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ . Joh 1:8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς , ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός .
Joh 1:9 Ἦν τὸ φῶς τὸ ἀληθινὸν , ὃ φωτίζει πάντα ἄνθρωπον , ἐρχόμενον εἰς τὸν κόσμον . Joh 1:10 ἐν τῷ κόσμῳ ἦν , καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο , καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω . Joh 1:11 εἰς τὰ ἴδια ἦλθεν , καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον . Joh 1:12 ὅσοι δὲ ἔλαβον αὐτόν , ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι , τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ , Joh 1:13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν .
Joh 1:14 Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν , καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ , δόξαν ὡς μονογενοῦς παρὰ Πατρός , πλήρης χάριτος καὶ ἀληθείας . Joh 1:15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων · Οὗτος ἦν ὃν εἶπον · Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν , ὅτι πρῶτός μου ἦν . Joh 1:16 Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος · Joh 1:17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη , ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο . Joh 1:18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε · μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐκεῖνος ἐξηγήσατο .