Sermon-3b (太22.1-14)
Mat 22:1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων · Mat 22:2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ , ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ . Mat 22:3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους , καὶ οὐκ ἤθελον ἐλθεῖν . Mat 22:4 Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων · Εἴπατε τοῖς κεκλημένοις · Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα , οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα · δεῦτε εἰς τοὺς γάμους . Mat 22:5 Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον , ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν , ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ · Mat 22:6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν . Mat 22:7 Ὁ δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν . Mat 22:8 τότε λέγει τοῖς δούλοις αὐτοῦ · Ὁ μὲν γάμος ἕτοιμός ἐστιν , οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι · Mat 22:9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους . Mat 22:10 Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον , πονηρούς τε καὶ ἀγαθούς · καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων . Mat 22:11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου , Mat 22:12 καὶ λέγει αὐτῷ · Ἑταῖρε , πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου ; Ὁ δὲ ἐφιμώθη . Mat 22:13 Τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις · Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον · ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων . Mat 22:14 Πολλοὶ γάρ εἰσιν κλητοὶ , ὀλίγοι δὲ ἐκλεκτοί .