Chapter 1 經文
約翰一書 1:1–4
Ὃ ἦν ἀπ᾽ ἀρχῆς‚ ὃ ἀκηκόαμεν‚ ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν‚ ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς- καὶ ἡ ζωὴ ἐφανερώθη‚ καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν- ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν‚ ἀπαγγέλλομεν καὶ ὑμῖν‚ ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν. καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. καὶ ταῦτα γράφομεν ἡμεῖς‚ ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.¶
約翰一書 1:5-10
Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπ᾽ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν‚ ὅτι ὁ Θεὸς φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾽ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν‚ ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν‚ ὡς αὐτός ἐστιν ἐν τῷ φωτί‚ κοινωνίαν ἔχομεν μετ᾽ ἀλλήλων‚ καὶ τὸ αἷμα Ἰησοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν‚ ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν‚ πιστός ἐστιν καὶ δίκαιος‚ ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν‚ ψεύστην ποιοῦμεν αὐτὸν‚ καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.¶
約翰一書 2:28–3:3
Καὶ νῦν‚ τεκνία‚ μένετε ἐν αὐτῷ‚ ἵνα ἐὰν φανερωθῇ‚ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν‚ γινώσκετε ὅτι καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.¶ Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατὴρ‚ ἵνα τέκνα Θεοῦ κληθῶμεν‚ καὶ ἐσμέν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς‚ ὅτι οὐκ ἔγνω αὐτόν. Ἀγαπητοί νῦν τέκνα Θεοῦ ἐσμεν‚ καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ‚ ὅμοιοι αὐτῷ ἐσόμεθα‚ ὅτι ὀψόμεθα αὐτὸν‚ καθώς ἐστιν. καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾽ αὐτῷ ἁγνίζει ἑαυτὸν‚ καθὼς ἐκεῖνος ἁγνός ἐστιν.¶
約翰一書 3:4–10
Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ‚ καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη‚ ἵνα τὰς ἁμαρτίας ἄρῃ‚ καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν. πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.¶ Τεκνία‚ μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν‚ καθὼς ἐκεῖνος δίκαιός ἐστιν· ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν‚ ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ‚ ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ‚ ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει‚ καὶ οὐ δύναται ἁμαρτάνειν‚ ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται. ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.¶
Mounce Reader ↵
全民希臘文進階筆記 ↵