- Εὐχαριστοῦμεν (τῷ Θεῷ)C
- { (πάντοτε)a (περὶ πάντων ὑμῶν)a (μνείαν)c ποιούμενοι (ἐπὶ τῶν προσευχῶν ἡμῶν ,)a }A°¹⮥
- { ἀδιαλείπτως μνημονεύοντες (ὑμῶν
- τοῦ ἔργου τῆς πίστεως
- καὶ τοῦ κόπου τῆς ἀγάπης
- καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ Θεοῦ
- καὶ Πατρὸς ἡμῶν ,
- εἰδότες , ἀδελφοὶ ἠγαπημένοι ὑπὸ τοῦ Θεοῦ , τὴν ἐκλογὴν ὑμῶν ,
- ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ
- καὶ ἐν δυνάμει
- καὶ ἐν Πνεύματι Ἁγίῳ
- καὶ ἐν πληροφορίᾳ πολλῇ ,
- καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι᾽ ὑμᾶς .
- Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε
- καὶ τοῦ Κυρίου , δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος Ἁγίου ,
- ὥστε γενέσθαι ὑμᾶς τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ
- καὶ ἐν τῇ Ἀχαΐᾳ .
- ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ
- καὶ ἐν τῇ Ἀχαΐᾳ ,
- ἀλλ᾽ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν , ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι .
- αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς ,
- καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι
- καὶ ἀληθινῷ
- καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν , ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν , Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης . ¶