1Jo 1:1 Ὃ ἦν ἀπ᾽ ἀρχῆς , ὃ ἀκηκόαμεν , ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν , ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς — 1Jo 1:2 καὶ ἡ ζωὴ ἐφανερώθη , καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν — 1Jo 1:3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν , ἀπαγγέλλομεν καὶ ὑμῖν , ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν . καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ . 1Jo 1:4 καὶ ταῦτα γράφομεν ἡμεῖς , ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη . ¶