ΙΩΑΝΝΟΥ Γ
約翰三書 Interlinear (英文)
Interlinear 經文 (包括大小寫、標點符號、分行標記 ¬
、段落標記 ¶
、和合本額外插入的字 ⸂
⸃
) 出自 OGNTa Project (@GitHub; @GitLab; 經文分段和標題則是根據 UBS5。
Salutation
約三 1:1
Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ , ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ . ¶
約三 1:2–4
Ἀγαπητέ , περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν , καθὼς εὐοδοῦταί σου ἡ ψυχή . ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ , καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς μειζοτέραν τούτων οὐκ ἔχω χαράν , ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα . ¶
Cooperation and Opposition
約三 1:5–8
Ἀγαπητέ , πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους , οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας , οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ · ὑπὲρ γὰρ τοῦ Ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν . ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους , ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ . ¶
約三 1:9–10
Ἔγραψά τι τῇ ἐκκλησίᾳ · ἀλλ᾽ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς . διὰ τοῦτο , ἐὰν ἔλθω , ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς , καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει . ¶
約三 1:11–12
Ἀγαπητέ , μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν . ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν · ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν Θεόν . Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας · καὶ ἡμεῖς δὲ μαρτυροῦμεν , καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν . ¶
Final Greetings
約三 1:13–15
Πολλὰ εἶχον γράψαι σοι ἀλλ᾽ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν · ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν , καὶ στόμα πρὸς στόμα λαλήσομεν . ¶
Εἰρήνη σοι . Ἀσπάζονταί σε οἱ φίλοι . Ἀσπάζου τοὺς φίλους κατ᾽ ὄνομα . ¶
約翰三書希臘文筆記 ↵