54 lines
9.1 KiB
Plaintext
54 lines
9.1 KiB
Plaintext
|
\id TIT
|
|||
|
\c 1
|
|||
|
\p
|
|||
|
\v 1 Παῦλος δοῦλος θεοῦ ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν
|
|||
|
\v 2 ἐπ' ἐλπίδι ζωῆς αἰωνίου ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων
|
|||
|
\v 3 ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ
|
|||
|
\v 4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν χάρις ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν
|
|||
|
\v 5 Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους ὡς ἐγώ σοι διεταξάμην
|
|||
|
\v 6 εἴ τίς ἐστιν ἀνέγκλητος μιᾶς γυναικὸς ἀνήρ τέκνα ἔχων πιστά μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα
|
|||
|
\v 7 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον μὴ αὐθάδη μὴ ὀργίλον μὴ πάροινον μὴ πλήκτην μὴ αἰσχροκερδῆ
|
|||
|
\v 8 ἀλλὰ φιλόξενον φιλάγαθον σώφρονα δίκαιον ὅσιον ἐγκρατῆ
|
|||
|
\v 9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν
|
|||
|
\v 10 Εἰσὶν γὰρ πολλοὶ καὶ ἀνυπότακτοι ματαιολόγοι καὶ φρεναπάται μάλιστα οἱ ἐκ περιτομῆς
|
|||
|
\v 11 οὓς δεῖ ἐπιστομίζειν οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν
|
|||
|
\v 12 εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης Κρῆτες ἀεὶ ψεῦσται κακὰ θηρία γαστέρες ἀργαί
|
|||
|
\v 13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει
|
|||
|
\v 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν
|
|||
|
\v 15 πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις
|
|||
|
\v 16 θεὸν ὁμολογοῦσιν εἰδέναι τοῖς δὲ ἔργοις ἀρνοῦνται βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι
|
|||
|
\c 2
|
|||
|
\p
|
|||
|
\v 1 Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ
|
|||
|
\v 2 πρεσβύτας νηφαλίους εἶναι σεμνούς σώφρονας ὑγιαίνοντας τῇ πίστει τῇ ἀγάπῃ τῇ ὑπομονῇ·
|
|||
|
\v 3 πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς μὴ διαβόλους μὴ οἴνῳ πολλῷ δεδουλωμένας καλοδιδασκάλους
|
|||
|
\v 4 ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι φιλοτέκνους
|
|||
|
\v 5 σώφρονας ἁγνάς οἰκουρούς ἀγαθάς ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται
|
|||
|
\v 6 τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν
|
|||
|
\v 7 περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων ἐν τῇ διδασκαλίᾳ ἀδιἀφθορίαν, σεμνότητα ἀφθαρσιαν,
|
|||
|
\v 8 λόγον ὑγιῆ ἀκατάγνωστον ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων περὶ ὑμῶν λέγειν φαῦλον
|
|||
|
\v 9 δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν εὐαρέστους εἶναι μὴ ἀντιλέγοντας
|
|||
|
\v 10 μὴ νοσφιζομένους ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ὑμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν
|
|||
|
\v 11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις
|
|||
|
\v 12 παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι
|
|||
|
\v 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
|
|||
|
\v 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον ζηλωτὴν καλῶν ἔργων
|
|||
|
\v 15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω
|
|||
|
\c 3
|
|||
|
\p
|
|||
|
\v 1 Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι
|
|||
|
\v 2 μηδένα βλασφημεῖν ἀμάχους εἶναι ἐπιεικεῖς πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους
|
|||
|
\v 3 Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι ἀπειθεῖς πλανώμενοι δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες στυγητοί μισοῦντες ἀλλήλους
|
|||
|
\v 4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ
|
|||
|
\v 5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου
|
|||
|
\v 6 οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν
|
|||
|
\v 7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ' ἐλπίδα ζωῆς αἰωνίου
|
|||
|
\v 8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ θεῷ· ταῦτά ἐστιν τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις
|
|||
|
\v 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι
|
|||
|
\v 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ
|
|||
|
\v 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος
|
|||
|
\v 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι
|
|||
|
\v 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶ σπουδαίως πρόπεμψον ἵνα μηδὲν αὐτοῖς λείπῃ
|
|||
|
\v 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας ἵνα μὴ ὦσιν ἄκαρποι
|
|||
|
\v 15 Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει ἡ χάρις μετὰ πάντων ὑμῶν ἀμήν. πρός Τίτον τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπό Νικοπόλεως τῆς Μακεδονίας
|