42 lines
7.6 KiB
JSON
42 lines
7.6 KiB
JSON
{
|
||
"1": "Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς",
|
||
"2": "καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ,",
|
||
"3": "εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει",
|
||
"4": "ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν·",
|
||
"5": "εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος",
|
||
"6": "ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶ λέγει αὐτῷ ἐκεῖνος, Κύριε σύ μου νίπτεις τοὺς πόδας",
|
||
"7": "ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι γνώσῃ δὲ μετὰ ταῦτα",
|
||
"8": "λέγει αὐτῷ Πέτρος Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ἐὰν μὴ νίψω σε οὐκ ἔχεις μέρος μετ' ἐμοῦ",
|
||
"9": "λέγει αὐτῷ Σίμων Πέτρος Κύριε μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν",
|
||
"10": "λέγει αὐτῷ ὁ Ἰησοῦς Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι ἀλλ' ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε ἀλλ' οὐχὶ πάντες",
|
||
"11": "ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν Οὐχὶ πάντες καθαροί ἐστε",
|
||
"12": "Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ἀναπεσών πάλιν εἶπεν αὐτοῖς Γινώσκετε τί πεποίηκα ὑμῖν",
|
||
"13": "ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος καὶ καλῶς λέγετε εἰμὶ γάρ",
|
||
"14": "εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·",
|
||
"15": "ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε",
|
||
"16": "ἀμὴν ἀμὴν λέγω ὑμῖν οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν",
|
||
"17": "εἰ ταῦτα οἴδατε μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά",
|
||
"18": "οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὕς ἐξελεξάμην· ἀλλ' ἵνα ἡ γραφὴ πληρωθῇ Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ",
|
||
"19": "ἀπ' ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι",
|
||
"20": "ἀμὴν ἀμὴν λέγω ὑμῖν ὁ λαμβάνων ἐάν τινα πέμψω ἐμὲ λαμβάνει ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με",
|
||
"21": "Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με",
|
||
"22": "ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει",
|
||
"23": "ἦν δέ ἀνακείμενος εἷς τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ὃν ἠγάπα ὁ Ἰησοῦς·",
|
||
"24": "νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει",
|
||
"25": "ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ Κύριε τίς ἐστιν",
|
||
"26": "ἀποκρίνεται ὁ Ἰησοῦς Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω καὶ ἐμβάψας τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτη",
|
||
"27": "καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς Ὃ ποιεῖς ποίησον τάχιον",
|
||
"28": "τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·",
|
||
"29": "τινὲς γὰρ ἐδόκουν ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ",
|
||
"30": "λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος εὐθέως ἐξῆλθεν ἦν δὲ νύξ",
|
||
"31": "Ὅτε ἐξῆλθεν λέγει ὁ Ἰησοῦς Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ·",
|
||
"32": "εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν",
|
||
"33": "τεκνία ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι· ζητήσετέ με καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ὑπάγω ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν καὶ ὑμῖν λέγω ἄρτι",
|
||
"34": "ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους",
|
||
"35": "ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις",
|
||
"36": "Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε ποῦ ὑπάγεις ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι ὕστερον δὲ ἀκολουθήσεις μοι",
|
||
"37": "λέγει αὐτῷ ὁ Πέτρος Κύριε διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω",
|
||
"38": "ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ἀμὴν ἀμὴν λέγω σοι οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς ",
|
||
"front": "\\p"
|
||
}
|