ibibleru_el-x-koine_sttr_ac.../act/1.json

30 lines
6.5 KiB
JSON

{
"1": "Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων ὦ Θεόφιλε ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν",
"2": "ἄχρι ἡς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη",
"3": "οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ·",
"4": "καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου",
"5": "ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας",
"6": "Οἱ μὲν οὖν συνελθόντες ἐπἠρώτων αὐτὸν λέγοντες Κύριε εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ",
"7": "εἶπεν δὲ πρὸς αὐτούς Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ",
"8": "ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ' ὑμᾶς καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς",
"9": "καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν",
"10": "καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ καὶ ἰδού, ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήτι λευκῇ,",
"11": "οἳ καὶ εἶπον, Ἄνδρες Γαλιλαῖοι τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν",
"12": "Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν",
"13": "καὶ ὅτε εἰσῆλθον ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας Φίλιππος καὶ Θωμᾶς Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου",
"14": "οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξὶν καὶ Μαριᾴ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ",
"15": "Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν,",
"16": "Ἄνδρες ἀδελφοί ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ, περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν τὸν Ἰησοῦν",
"17": "ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης",
"18": "Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ τοῦ μισθοῦ τῆς ἀδικίας καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ·",
"19": "καὶ γνωστὸν ἐγένετο πάσιν τοῖς κατοικοῦσιν Ἰερουσαλήμ ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἁκελδαμά, τοῦτ' ἔστιν Χωρίον Αἵματος",
"20": "Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ καί Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος",
"21": "δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ κύριος Ἰησοῦς",
"22": "ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἡς ἀνελήφθη ἀφ' ἡμῶν μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων",
"23": "καὶ ἔστησαν δύο Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν ὃς ἐπεκλήθη Ἰοῦστος καὶ Ματθίαν",
"24": "καὶ προσευξάμενοι εἶπον, Σὺ κύριε καρδιογνῶστα πάντων ἀνάδειξον ἐκ τούτων τῶν δύο ἕνα ὃν ἐξελέξω",
"25": "λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς ἐξ ἡς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον",
"26": "καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων ",
"front": "\\p"
}