{ "1": "Κατήντησεν δὲ εἰς Δέρβην καὶ Λύστραν καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος υἱὸς γυναικὸς τινος Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος", "2": "ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν", "3": "τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες τὸν πατὲρα αὐτοῦ ὅτι Ἕλλην ὑπῆρχεν", "4": "ὡς δὲ διεπορεύοντο τὰς πόλεις παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἰερουσαλήμ", "5": "αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ' ἡμέραν", "6": "διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ·", "7": "ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον κατὰ τὴν Βιθυνίαν πορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα", "8": "παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα", "9": "καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ ἀνὴρ τις ἦν Μακεδών ἑστὼς παρακαλῶν αὐτὸν καὶ λέγων, Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν", "10": "ὡς δὲ τὸ ὅραμα εἶδεν εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς", "11": "Ἀναχθέντες οὖν ἀπὸ τὴς Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην τῇ τε ἐπιούσῃ εἰς Νεάπολιν", "12": "ἐκειθέν τε εἰς Φιλίππους ἥτις ἐστὶν πρώτη τῆς μερίδος τὴς Μακεδονίας πόλις κολωνία ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς", "13": "τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχή εἶναι καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν", "14": "καί τις γυνὴ ὀνόματι Λυδία πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν ἤκουεν ἡς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου", "15": "ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς παρεκάλεσεν λέγουσα Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε καὶ παρεβιάσατο ἡμᾶς", "16": "Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνος ἀπαντῆσαι ἡμῖν ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη", "17": "αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν οἵτινες καταγγέλλουσιν ἡμῖν, ὁδὸν σωτηρίας", "18": "τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ' αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ", "19": "ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας", "20": "καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες", "21": "καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν", "22": "καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν", "23": "πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς", "24": "ὃς παραγγελίαν τοιαύτην εἰληφως ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον", "25": "Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·", "26": "ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησαν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη", "27": "ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους", "28": "ἐφώνησεν δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν ἅπαντες γάρ ἐσμεν ἐνθάδε", "29": "αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ", "30": "καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη Κύριοι τί με δεῖ ποιεῖν ἵνα σωθῶ", "31": "οἱ δὲ εἶπον, Πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου", "32": "καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου καὶ πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ", "33": "καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα", "34": "ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὑτοῦ, παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ", "35": "Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους", "36": "ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ", "37": "ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας ἔβαλον εἰς φυλακήν καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν οὐ γάρ ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν", "38": "ἀνήγγειλάν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν", "39": "καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως", "40": "ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον εἰς τὴν Λυδίαν καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοῦς, καὶ ἐξῆλθον ", "front": "\\p" }