ibibleru_el-x-koine_sttr_3j.../3jn.usfm

18 lines
2.7 KiB
Plaintext
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

\id 3JN
\c 1
\p
\v 1 Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ
\v 2 Ἀγαπητέ περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν καθὼς εὐοδοῦταί σου ἡ ψυχή
\v 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς
\v 4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα
\v 5 Ἀγαπητέ πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους
\v 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ·
\v 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνῶν
\v 8 ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ
\v 9 Ἔγραψά τῇ ἐκκλησίᾳ· ἀλλ' ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς
\v 10 διὰ τοῦτο ἐὰν ἔλθω ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει
\v 11 Ἀγαπητέ μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ δὲ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν
\v 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπ' αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν καὶ οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν
\v 13 Πολλὰ εἶχον γράφειν· ἀλλ' οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι
\v 14 ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε καὶ στόμα πρὸς στόμα λαλήσομεν εἰρήνῃ σοί ἀσπάζονταί σε, οἵ φίλοι ἀσπάζου τούς φίλους κατ' ὄνομα