ibibleru_el-x-koine_sttr_2c.../2co/11.json

37 lines
6.3 KiB
JSON
Raw Permalink Normal View History

2020-10-18 14:05:30 +00:00
{
"1": "Ὄφελον ἀνείχεσθέ μου μικρόν τῇ ἀφροσύνη ἀλλὰ καὶ ἀνέχεσθέ μου",
"2": "ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·",
"3": "φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις Εὕαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ οὕτως φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν",
"4": "εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε καλῶς ἠνείχεσθε",
"5": "λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερ λίαν ἀποστόλων·",
"6": "εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ' οὐ τῇ γνώσει ἀλλ' ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς",
"7": "Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν",
"8": "ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν",
"9": "καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω",
"10": "ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ σφραγίσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας",
"11": "διατί ὅτι οὐκ ἀγαπῶ ὑμᾶς ὁ θεὸς οἶδεν",
"12": "Ὃ δὲ ποιῶ καὶ ποιήσω ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς",
"13": "οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ",
"14": "καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός",
"15": "οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν",
"16": "Πάλιν λέγω μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε κἂν ὡς ἄφρονα δέξασθέ με ἵνα μικρόν τι κἀγὼ καυχήσωμαι",
"17": "ὃ λαλῶ οὐ λαλῶ κατὰ κύριον ἀλλ' ὡς ἐν ἀφροσύνῃ ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως",
"18": "ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τήν σάρκα κἀγὼ καυχήσομαι",
"19": "ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες·",
"20": "ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει",
"21": "κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν ἐν ᾧ δ' ἄν τις τολμᾷ ἐν ἀφροσύνῃ λέγω τολμῶ κἀγώ",
"22": "Ἑβραῖοί εἰσιν κἀγώ Ἰσραηλῖταί εἰσιν κἀγώ σπέρμα Ἀβραάμ εἰσιν κἀγώ",
"23": "διάκονοι Χριστοῦ εἰσιν παραφρονῶν λαλῶ ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως ἐν πληγαῖς ὑπερβαλλόντως ἐν φυλακαῖς περισσοτέρως ἐν θανάτοις πολλάκις",
"24": "ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον",
"25": "τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην τρὶς ἐναυάγησα νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·",
"26": "ὁδοιπορίαις πολλάκις κινδύνοις ποταμῶν κινδύνοις λῃστῶν κινδύνοις ἐκ γένους κινδύνοις ἐξ ἐθνῶν κινδύνοις ἐν πόλει κινδύνοις ἐν ἐρημίᾳ κινδύνοις ἐν θαλάσσῃ κινδύνοις ἐν ψευδαδέλφοις",
"27": "ἐν κόπῳ καὶ μόχθῳ ἐν ἀγρυπνίαις πολλάκις ἐν λιμῷ καὶ δίψει ἐν νηστείαις πολλάκις ἐν ψύχει καὶ γυμνότητι·",
"28": "χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασις μου ἡ καθ' ἡμέραν ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν",
"29": "τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι",
"30": "Εἰ καυχᾶσθαι δεῖ τὰ τῆς ἀσθενείας μου καυχήσομαι",
"31": "ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας ὅτι οὐ ψεύδομαι",
"32": "ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων·",
"33": "καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ ",
"front": "\\p"
}