# ΠΕΤΡΟΥ Α
## 彼得前書 Interlinear (中文)
Interlinear 經文 (包括大小寫、標點符號、分行標記 `¬`、段落標記 `¶` 、和合本額外插入的字 `⸂` `⸃`) 出自 OGNTa Project ([@GitHub](https://github.com/Andley/OGNTa); [@GitLab](https://gitlab.com/Andley/ognta); [@DCS](https://git.door43.org/Andley/OGNTa));經文分段和標題則是根據 [UBS5](https://www.academic-bible.com/en/online-bibles/greek-new-testament-ubs5/read-the-bible-text/bibel/text/lesen/stelle/70/10001/19999/ch/e6d8cc643fb0f3b87645b1e873841dbf/)。
### Salutation
#### 彼前 1:1-2
Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ Ἐκλεκτοῖς παρεπιδήμοις Διασπορᾶς Πόντου , Γαλατίας , Καππαδοκίας , Ἀσίας καὶ Βιθυνίας κατὰ πρόγνωσιν Θεοῦ Πατρός ἐν ἁγιασμῷ Πνεύματος εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ , Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη . ¶
### A Living Hope
#### 彼前 1:3-9
Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν , εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι , εἰ δέον ἐστὶν , λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς , ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου , διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ ὃν οὐκ ἰδόντες ἀγαπᾶτε , εἰς ὃν ἄρτι μὴ ὁρῶντες , πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν .
#### 彼前 1:10-12
Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας . οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς , ὑμῖν δὲ διηκόνουν αὐτά ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ , εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι . ¶
### A Call to Holy Living
#### 彼前 1:13-16
Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν νήφοντες τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ . ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις , ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε , διότι γέγραπται · Ἅγιοι ἔσεσθε , ὅτι ἐγὼ ἅγιος .
#### 彼前 1:17-21
Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον , ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε ¶
εἰδότες ὅτι οὐ φθαρτοῖς , ἀργυρίῳ ἢ χρυσίῳ , ἐλυτρώθητε
¬ ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου
¬ ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ
¬ προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου ,
¬ φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτου τῶν χρόνων
¬ δι᾽ ὑμᾶς ¶
τοὺς δι᾽ αὐτοῦ πιστοὺς εἰς Θεὸν
¬ τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα ,
¬ ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν . ¶
#### 彼前 1:22-25
Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος . διότι
¬ Πᾶσα σὰρξ ὡς χόρτος
¬ καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου ·
¬ ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν ·
¬ τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα . ¶
Τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς . ¶
### The Living Stone and the Holy Nation
#### 彼前 2:1-10
Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε , ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν , εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος . Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον , παρὰ δὲ Θεῷ ἐκλεκτὸν ἔντιμον , καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους Θεῷ διὰ Ἰησοῦ Χριστοῦ . διότι περιέχει ἐν γραφῇ ·
¬ Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον ,
¬ καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ . ¶
Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν , ἀπιστοῦσιν δὲ Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες , οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας Καὶ Λίθος προσκόμματος καὶ πέτρα σκανδάλου · Οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες εἰς ὃ καὶ ἐτέθησαν . Ὑμεῖς δὲ γένος ἐκλεκτόν , βασίλειον ἱεράτευμα , ἔθνος ἅγιον , λαὸς εἰς περιποίησιν , ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς · οἵ ποτε οὐ λαὸς , νῦν δὲ λαὸς Θεοῦ , οἱ οὐκ ἠλεημένοι , νῦν δὲ ἐλεηθέντες . ¶
### ### Live as Servants of God
#### 彼前 2:11-12
Ἀγαπητοί , παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς · τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν , ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες δοξάσωσιν τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς . ¶
#### 彼前 2:13-17
Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον , εἴτε βασιλεῖ ὡς ὑπερέχοντι εἴτε ἡγεμόσιν ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν , ἔπαινον δὲ ἀγαθοποιῶν , ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ Θεοῦ ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν , ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν ἀλλ᾽ ὡς Θεοῦ δοῦλοι . Πάντας τιμήσατε , τὴν ἀδελφότητα ἀγαπᾶτε , τὸν Θεὸν φοβεῖσθε , τὸν βασιλέα τιμᾶτε . ¶
### The Example of Christ's Suffering
#### 彼前 2:18-25
Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις , οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς . τοῦτο γὰρ χάρις , εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως . ποῖον γὰρ κλέος , εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε ; ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε , τοῦτο χάρις παρὰ Θεῷ .
¬ Εἰς τοῦτο γὰρ ἐκλήθητε ,
¬ ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν
¬ ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ,
¬ ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ ,
¬ Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν
¬ οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ ,
¬ ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει ,
¬ πάσχων οὐκ ἠπείλει ,
¬ παρεδίδου δὲ τῷ κρίνοντι δικαίως
¬ ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν
¬ ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον ,
¬ ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι
¬ τῇ δικαιοσύνῃ ζήσωμεν ,
¬ Οὗ τῷ μώλωπι ἰάθητε .
¬ Ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι ,
¬ ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν Ποιμένα
¬ καὶ Ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν . ¶
### Wives and Husbands
#### 彼前 3:1-6
Ὁμοίως αἱ γυναῖκες , ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν , ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ , διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν . ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος , ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές . Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς Θεὸν ἐκόσμουν ἑαυτάς ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν , ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ κύριον αὐτὸν καλοῦσα ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν . ¶
#### 彼前 3:7
Οἱ ἄνδρες ὁμοίως , συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ , ἀπονέμοντες τιμήν ὡς καὶ συνκληρονόμοις χάριτος ζωῆς εἰς τὸ μὴ ἐνκόπτεσθαι τὰς προσευχὰς ὑμῶν . ¶
### Suffering for Righteousness' Sake
#### 彼前 3:8-12
Τὸ δὲ τέλος πάντες ὁμόφρονες , συμπαθεῖς , φιλάδελφοι , εὔσπλαγχνοι , ταπεινόφρονες , μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας , τοὐναντίον δὲ εὐλογοῦντες , ὅτι εἰς τοῦτο ἐκλήθητε , ἵνα εὐλογίαν κληρονομήσητε .
¬ Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν
¬ καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς
¬ παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ
¬ καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον ,
¬ ἐκκλινάτω δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν ,
¬ ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν ·
¬ ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους
¬ καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν ,
¬ πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά .
#### 彼前 3:13-22
Καὶ τίς ὁ κακώσων ὑμᾶς , ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε ; Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην , μακάριοι . Τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε , Κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν , ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος , ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου , συνείδησιν ἔχοντες ἀγαθήν , ἵνα ἐν ᾧ καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν . κρεῖττον γὰρ ἀγαθοποιοῦντας , εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ , πάσχειν ἢ κακοποιοῦντας .
¬ ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν ,
¬ δίκαιος ὑπὲρ ἀδίκων ,
¬ ἵνα ὑμᾶς προσαγάγῃ τῷ Θεῷ
¬ θανατωθεὶς μὲν σαρκὶ ,
¬ ζωοποιηθεὶς δὲ πνεύματι ·
¬ ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν
¬ πορευθεὶς ἐκήρυξεν ¶
ἀπειθήσασίν ποτε , ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι , τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί , διεσώθησαν δι᾽ ὕδατος ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα , οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν , δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων . ¶
### Good Stewards of God's Grace
#### 彼前 4:1-6
Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε , ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον . ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις , ἐπιθυμίαις , οἰνοφλυγίαις , κώμοις , πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις . Ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν βλασφημοῦντες , οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς . εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη , ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί , ζῶσι δὲ κατὰ Θεὸν πνεύματι . ¶
#### 彼前 4:7-11
Πάντων δὲ τὸ τέλος ἤγγικεν . σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες , ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν , φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ , ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ . εἴ τις λαλεῖ , ὡς λόγια Θεοῦ · εἴ τις διακονεῖ , ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός , ἵνα ἐν πᾶσιν δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων , ἀμήν . ¶
### Suffering as a Christian
#### 彼前 4:12-19
Ἀγαπητοί , μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος , ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν , χαίρετε , ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι . Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ , μακάριοι , ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπαύεται . μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος · εἰ δὲ ὡς Χριστιανός , μὴ αἰσχυνέσθω , δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ . ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ · εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν , τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ ; καὶ Εἰ ὁ δίκαιος μόλις σώζεται , ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται ; Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ . ¶
### Tending the Flock of God
#### 彼前 5:1-4
Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων , ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός · ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ Θεόν , μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως , μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου · καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον .
#### 彼前 5:5
Ὁμοίως , νεώτεροι , ὑποτάγητε πρεσβυτέροις · πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε , ὅτι Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται , ταπεινοῖς δὲ δίδωσιν χάριν . ¶
#### 彼前 5:6-7
Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ , ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ , πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν , ὅτι αὐτῷ μέλει περὶ ὑμῶν .
#### 彼前 5:8-11
Νήψατε , γρηγορήσατε . ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν · ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι . Ὁ δὲ Θεὸς πάσης χάριτος , ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ὀλίγον παθόντας αὐτὸς καταρτίσει , στηρίξει , σθενώσει , θεμελιώσει . αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας , ἀμήν . ¶
### Final Greetings
#### 彼前 5:12-14
Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ , ὡς λογίζομαι , δι᾽ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν στῆτε . Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός μου . Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης . ¶
Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ .
---
[1Peter-Notes↵](1Peter-Notes.md)