- Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον,
-
- σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
- μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν
- ὡς ἐν τῷ παραπικρασμῷ
- κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
- οὗ ἐπείρασαν με οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ με
- καὶ εἶδον τὰ ἔργα μου
- τεσσεράκοντα ἔτη·
- διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ
- καὶ εἶπον·
- ἀεὶ πλανῶνται τῇ καρδίᾳ·
- αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
- ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου·
- εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.¶