- 2:1 Σὺ
- δὲ (λάλει)P ἃ (πρέπει)P τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
- 2:2 Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ·
- 2:3 πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους
- μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
- 2:4 ἵνα (σωφρονίζωσιν)P τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους
- 2:5 σώφρονας ἁγνάς οἰκουργούς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ (βλασφημῆται.¶)P
- 2:6 Τοὺς νεωτέρους ὡσαύτως (παρακάλει)P σωφρονεῖν
- 2:7 Περὶ πάντα, σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεμνότητα,
- 2:8 λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας (ἐντραπῇ)P μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον.¶
- 2:9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
- 2:10 μὴ νοσφιζομένους,
- ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ (κοσμῶσιν)P ἐν πᾶσιν.¶